Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.456 Joseph. BJ 1.460 (English) >>Joseph. BJ 1.464

1.458ἣν αὐτός, ἔφη, συναρμόσω μᾶλλον· μὲν γὰρ ἐμὲ κύριον τῆς ἀρχῆς καὶ δικαστὴν διαδόχου κατέστησεν, ἐγὼ δὲ μετὰ τοῦ συμφέροντος ἐμαυτῷ κἀκεῖνον ἀμείβομαι. τούσδε τοὺς τρεῖς παῖδας ἀποδείκνυμι βασιλεῖς, καὶ τῆς γνώμης πρῶτον τὸν θεὸν σύμψηφον, ἔπειτα καὶ ὑμᾶς παρακαλῶ γενέσθαι. τῷ μὲν γὰρ ἡλικία, τοῖς δʼ εὐγένεια τὴν διαδοχὴν προξενεῖ, τό γε μὴν μέγεθος τῆς βασιλείας ἀρκεῖ καὶ πλείοσιν. 1.459οὓς δὲ Καῖσαρ μὲν ἥνωσεν, καθίστησιν δὲ πατήρ, ὑμεῖς τηρήσατε μήτε ἀδίκους μήτε ἀνωμάλους τὰς τιμὰς διδόντες, ἑκάστῳ δὲ κατὰ τὸ πρεσβεῖον· οὐ γὰρ τοσοῦτον εὐφρανεῖ τις τὸν παρʼ ἡλικίαν θεραπευόμενον, ὅσον ὀδυνήσει τὸν ἀτιμούμενον. 1.460οὕς γε μὴν ἑκάστῳ συνεῖναι δεήσει συγγενεῖς καὶ φίλους, ἐγὼ διανεμῶ καὶ τῆς ὁμονοίας ἐγγυητὰς ἐκείνους καταστήσομαι, σαφῶς ἐπιστάμενος ὅτι τὰς στάσεις καὶ τὰς φιλονεικίας γεννῶσιν αἱ τῶν συνδιατριβόντων κακοήθειαι, κἂν ὦσιν οὗτοι χρηστοί, τηροῦσιν τὰς στοργάς. 1.461ἀξιῶ δʼ οὐ μόνον τούτους ἀλλὰ καὶ τοὺς ἐν τῇ στρατιᾷ μου ταξιάρχους ἐν ἐμοὶ μόνον τὰς ἐλπίδας ἔχειν ἐπὶ τοῦ παρόντος· οὐ γὰρ βασιλείαν, ἀλλὰ τιμὴν βασιλείας τοῖς υἱοῖς παραδίδωμι, καὶ τῶν μὲν ἡδέων ὡς ἄρχοντες ἀπολαύσουσιν, τὸ βάρος δὲ τῶν πραγμάτων ἐμόν ἐστιν, κἂν μὴ θέλω.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.456 Joseph. BJ 1.460 (English) >>Joseph. BJ 1.464

Powered by PhiloLogic